Psalm 134

280 mots 2 pages
Psalm 134
Δοῦλοι, Κύριον, ᾿Αλληλούια. Αἰνεῖτε τὸ ὄνομα Κυρίου, αἰνεῖτε, δοῦλοι, Κύριον, ᾿Αλληλούια. Οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν, ᾿Αλληλούια. Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸς Κύριος· ψάλατε τῷ ὀνόματι αὐτοῦ, ὅτι καλόν, ᾿Αλληλούια. ὅτι τὸν ᾿Ιακὼβ ἐξελέξατο ἑαυτῷ ὁ Κύριος, ᾿Ισραὴλ εἰς περιουσιασμὸν ἑαυτῷ, ᾿Αλληλούια. ὅτι ἐγὼ ἔγνωκα ὅτι μέγας ὁ Κύριος, καὶ ὁ Κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς, ᾿Αλληλούια. Πάντα, ὅσα ἠθέλησεν ὁ Κύριος ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, ἐν ταῖς θαλάσσαις καὶ ἐν πάσαις ταῖς ἀβύσσοις, ᾿Αλληλούια. ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς, ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν, ᾿Αλληλούια. ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ, ὃς ἐπάταξε τὰ πρωτότοκα Αἰγύπτου ἀπὸ ἀνθρώπου ἕως κτήνους, ᾿Αλληλούια. ἐξαπέστειλε σημεῖα καὶ τέρατα ἐν μέσῳ σου, Αἴγυπτε, ἐν Φαραὼ καὶ ἐν πᾶσι τοῖς δούλοις αὐτοῦ, ᾿Αλληλούια. ὃς ἐπάταξεν ἔθνη πολλὰ καὶ ἀπέκτεινε βασιλεῖς κραταιούς, ᾿Αλληλούια. Τὸν Σηὼν βασιλέα τῶν ᾿Αμορραίων καὶ τὸν ῍Ωγ βασιλέα τῆς Βασὰν καὶ πάσας τὰς βασιλείας Χαναάν, ᾿Αλληλούια. Καὶ ἔδωκε τὴν γῆν αὐτῶν κληρονομίαν, κληρονομίαν ᾿Ισραὴλ λαῷ αὐτοῦ, ᾿Αλληλούια. Κύριε, τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν, ᾿Αλληλούια. ὅτι κρινεῖ Κύριος τὸν λαὸν αὐτοῦ καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται, ᾿Αλληλούια. Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων, ᾿Αλληλούια. Στόμα ἔχουσι καὶ οὐ λαλήσουσιν, ὀφθαλμοὺς ἔχουσι καὶ οὐκ ὄψονται, ᾿Αλληλούια. ὦτα ἔχουσι καὶ οὐκ ἐνωτισθήσονται, οὐδὲ γάρ ἐστι πνεῦμα ἐν τῷ στόματι αὐτῶν, ᾿Αλληλούια. ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ᾿ αὐτοῖς, ᾿Αλληλούια.
Οἶκος ᾿Ισραήλ, εὐλογήσατε τὸν Κύριον, ᾿Αλληλούια.
Οἶκος ᾿Ααρών, εὐλογήσατε τὸν Κύριον, ᾿Αλληλούια.
Οἶκος Λευΐ, εὐλογήσατε τὸν Κύριον, ᾿Αλληλούια.
Οἱ φοβούμενοι τὸν Κύριον, εὐλογήσατε τὸν Κύριον, εὐλογητὸς Κύριος ἐκ Σιών, ὁ κατοικῶν ῾Ιερουσαλήμ,

en relation

  • L'anglicanisme
    5286 mots | 22 pages
  • Déité de jésus
    9660 mots | 39 pages
  • Calvin
    10598 mots | 43 pages
  • Nate
    8377 mots | 34 pages
  • L'histoire ancienne de l'aglgérie
    215342 mots | 862 pages
  • Mr han
    14977 mots | 60 pages
  • Mpsi
    55631 mots | 223 pages
  • La rochefoucauld
    130475 mots | 522 pages
  • Manuelle de spiritualité
    82953 mots | 332 pages
  • Dissert'
    95680 mots | 383 pages